Εὐχὴ , εἰς ἀπειλὴν σεισμοῦ.
Βασιλεῦ Ἅγιε, φιλάνθρωπε Δέσποτα, μακρόθυμε Κύριε, ὁ πάσης αἰσθητῆς τε καὶ νοουμένης κτίσεως Δημιουργός, ὁ πάντα φέρων τῷ ῥήματι τῆς ἀῤῥήτου δυνάμεώς Σου, ὁ μόνος ἔχων ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν, ὁ παιδεύων ἐν δικαιοσύνῃ, καὶ φιλανθρώπως πάλιν ἰώμενος, ὁ τὴν πρόσκαιρον ἡμῶν ζωήν, τῇ πανσόφῳ σου προνοίᾳ διακυβερνῶν, καὶ πάντοθεν τὴν σωτηρίαν χρησίμως κατασκευάζων ἡμῶν. Οἴδαμεν ὅτι διὰ τὰς πολλὰς ἡμῶν ἁμαρτίας συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν. Καὶ φόβος καὶ τρόμος ἦλθεν ἐφ’ ἡμᾶς ἀπὸ προσώπου τῆς ὀργῆς Σου μακρόθυμε. Ἡ καρδία ἡμῶν τετάρακται τῇ μάστιγι αὐτοῦ, δειλία θανάτου ἐπέπεσεν ἐφ’ ἡμᾶς τῇ συγκινήσει αὐτῆς, μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχὴν ἡμῶν. Καὶ οὐ μὴ ᾗ ὁ ῥυόμενος, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος. Διὰ τοῦτο δεόμεθα καὶ Σὲ παρακαλοῦμεν τὸν μόνον ἀνεξίκακον Κύριον, μὴ μνησθὴς ἀνομιῶν ἡμῶν ἀρχαίων τε και προσφάτων· μὴ ἀντισταθμίσῃς τῷ βάρει τῶν ἁμαρτιῶν ἡμῶν τὴν προσήκουσαν ἀνταπόδοσιν. Ἐαν γὰς εἰσέλθῃς εἰς κρίσιν μετὰ τῆς γενεᾶς ἡμῶν ταύτης, οὐδεὶς ἐνώπιόν Σου δικαιωθήσεται, ἀλλ’ ἀπολεῖται παντελῶς ἀπὸ τῆς γῆς, πάντων ἡμῶν τὸ μνημόσυνον. Μνήσθητι μακρόθυμε τῶν ἀπ’ αἰῶνος οἰκτιρμῶν Σου καὶ τοῦ ἐλέους Σου, καὶ τῆς πρὸς τοὺς πατέρας ημῶν ἀληθινῆς διαθήκης Σου. Καὶ μὴ καταπιέτω ἡμᾶς βυθὸς γῆς, μηδε συνεχέτω ἡμας τὸ στόμα αὐτῆς, ἀλλ’ οἴκτειρον συντετριμμένους ἡμᾶς καὶ τεταπεινωμένους ἐλέησον. Καὶ ὑπὸ τῆς φοβερᾶς του σεισμοῦ ἀπειλῆς τεθορυβουμένους, καὶ τρόμῳ πολλῷ καὶ φόβῳ συνεχομένους ἐπίσκεψαι. Εἰ δέ που καί τινες εἰσὶ μέσον ἡμῶν οἱ φοβούμενοι τὸ Ὄνομά Σου, καὶ τηροῦντες τὰ Σα προστάγματα, βραχεῖά τις ἐκλελεγμένη μερίς, σπέρμα εὐλογημένον, θησαυρός κεκρυμμένος, Σοὶ μόνω γινωσκόμενος καὶ τηρούμενος, κᾀκείνων ὡς ἀγαθὸς ἐπάκουσον ὑπὲρ ἡμῶν τῶν ἀναξίων δεομένων τῆς εὐεργεσίας καὶ τῆς συμπαθείας τῆς Σῆς, και πρόσδεξαι τὰς δεήσεις τούτων ὑπὲρ λαοῦ ἡμαρτηκότος προσαγομένας Σοι, Φιλάνθρωπε Δέσποτα, ὡς Ἀβραὰμ ὑπὲρ τῶν Σοδόμων, ὡς Δανιὴλ καὶ Ἱερεμίου τῶν θείων Σου Προφητῶν ὑπὲρ τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας τὴν Σὴν ἱλεωσαμένων ἀγαθότητα, ἵνα κατὰ γενεὰν καὶ γενεὰν δοξάζηταί Σου τὸ τῆς φιλανθρωπίας και μακροθυμίας ἀνεξιχνίαστον πέλαγος. Καὶ ἡμεῖς προσάξωμεν Σοι δῶρον εὐχαριστήριον τὴν ἡμῶν ἐπιστροφὴν καὶ μετάνοιαν, τῇ κραταιᾷ Σου χειρὶ δυναμούμενοι. Εὐχαῖς καὶ πρεσβείαις τῆς Παναχράντου Σου
Μητρός, καὶ πάντων τῶν ἀπ’ αἰῶνός Σοι εὐαρεστησάντων Ἁγίων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου