Η Ακολουθία της Κυριακής απο τον Νεκτάριο Μαμαλούγκο.
2 ΑΥΓΟΥΣΤΟΥ
2015
† ΚΥΡΙΑΚΗ Θ´ ΜΑΤΘΑΙΟΥ
Μνήμη τῆς ἀνακομιδῆς τοῦ ἱεροῦ λειψάνου τοῦ πρωτομάρτυρος
καὶ ἀποστόλου Στεφάνου (428). Θεοδώρου νεομάρτυρος τοῦ ἐν Δαρδανελλίοις
(†1690).
Ἦχος πλ. δ´. Ἑωθινὸν
Θ´.
(ΤΜΕ 2 Αὐγούστου §2 & 27 Ἰουλίου §§2-4).
* * * * *
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος πλ. δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
Στίχ. β´. Πάντα τὰ ἔθνη
ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
Στίχ. γ´. Παρὰ Κυρίου
ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἐξ
ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω
τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς
τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι.
Δόξα. Τοῦ ἁγίου.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Βασίλειον διάδημα, ἐστέφθη
σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων
πρωτόαθλε Στέφανε· σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου
τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ
Ἀγγέλοις ἄγνωστον μυστήριον,
διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται,
Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·
δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων,
καὶ Ἄγγελος φωτός, ταῖς
γυναιξὶν ἐβόα· Παύσασθε
τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς
Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις
ὡς γέγραπται· καὶ δρομαῖος
ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ
τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν
καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν
αὐτῷ κατακείμενα· καὶ πιστεύσας
ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σώζεις ἅπαντας
Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ
δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ
Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας
ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν
ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. δ´.
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο,
Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο, τοῖς Μαθηταῖς σου ἐν Σιών· Ὅτι ἀνέστης ἡ ζωὴ τῶν
ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
Δόξα.
Τὰ μύρα τῆς ταφῆς,
αἱ γυναῖκες κομίσασαι, φωνῆς
ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον·
Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε· κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς
Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Καὶ νῦν. Θεοτοκίον.
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ
γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν
καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη, καὶ
παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν.
Τὴν γὰρ σὴν μήτραν,
θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα,
πλατυτέραν οὐρανῶν ἀπειργάσατο.
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]
Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε·
δίδαξόν με τὰ δικαιώματά σου.
δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν ἀγγέλων ὁ
δῆμος * κατεπλάγη ὁρῶν σε *
ἐν νεκροῖς λογισθέντα, * τοῦ
θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν
Ἀδὰμ ἐγείραντα * καὶ
ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε·
δίδαξόν με τὰ δικαιώματά σου.
δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα *
συμπαθῶς τοῖς δάκρυσιν, * ὦ
μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν
τάφον καὶ ἥσθητε· *
ὁ Σωτὴρ γὰρ *
ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε·
δίδαξόν με τὰ δικαιώματά σου.
δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· *
ἀλλ᾿ ἐπέστη * πρὸς
αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς *
πέπαυται· μὴ κλαίετε· * τὴν
ἀνάστασιν δὲ *
ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε·
δίδαξόν με τὰ δικαιώματά σου.
δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν *
τὸν ζῶντα λογίζεσθε; * ὡς
Θεὸς γὰρ * ἐξανέστη
τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι.
καὶ ἁγίῳ Πνεύματι.
Προσκυνοῦμεν Πατέρα * καὶ
τὸν τούτου Υἱόν τε * καὶ
τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω,
Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας·
* χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης
παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ
ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ μικρά,
μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί
Σου...
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος πλ. δ´.
Αἱ Μυροφόροι τοῦ
ζωοδότου, ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν
ἀθάνατον· καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι,
τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα
ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἦχος πλ. δ´.
Ἀντίφωνον Α´.
Ἐκ
νεότητός μου, ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ
δὲ πεποιθώς, ἐν σοὶ Κύριε, τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ
καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β´.
Ἡ
καρδία μου, τῷ φόβῳ σου σκεπέσθω,
ταπεινοφρονοῦσα· μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον, ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα, κρινεῖ καὶ
κολάσει.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν
μέλπων· εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ´.
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν
μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν,
δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς
τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως,
καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ´.
Ἰδοὺ δὴ τί καλόν, ἢ
τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν
ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο
ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ,
ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς
τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.
Προκείμενον. Ψαλμὸς ρβ´ (102).
Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός
σου Σιών, εἰς γενεὰν καὶ γενεάν. (δίς)
Στίχ. Αἴνει ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ
Θεῷ μου ἕως ὑπάρχω.
Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα...
* * *
ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
Ὁ διάκονος·
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε,
ἐλέησον.
Ὁ ἱερεύς·
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε
τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως
αὐτοῦ.
Αἰνεσάτω
πνοὴ… πᾶσα τὸν Κύριον.
Ὁ διάκονος·
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου
Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον. (γ´)
Ὁ διάκονος·
Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς·
Εἰρήνη πᾶσι.
Καὶ
τῷ Πνεύματί σου.
Ὁ ἱερεύς·
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος·
Πρόσχωμεν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει
τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἑωθινὸν Θ´
Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 19-31).
Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ
τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο
εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν
αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν·
Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε
καὶ λέγει αὐτοῖς· Λάβετε
Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν
τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος
Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ
Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς·
Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς
τὸν τύπον τῶν ἥλων, καὶ βάλω
τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ
μὴ πιστεύσω. Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν
ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν. Ἔρχεται ὁ
Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν.
Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ
βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος,
ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ
εἶπεν αὐτῷ· Ὁ Κύριός μου
καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι
οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα
ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε
ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ,
καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
Δόξα σοι, Κύριε, δόξα
σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι,
* προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν,
* τὸν μόνον ἀναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, *
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά
σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ
προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν
ἀνάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ
* χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν.
Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς
κατὰ στίχον τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν
Ἐλεῆμον.
Ἦχος β´.
Ἐλέησόν με, ὁ Θεός,
κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ
τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ
τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις
συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ,
καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν
σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ
τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν
τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς
σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ
Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην
σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα
συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς
οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν
τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν
δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ
τὸ θυσιαστήριόν σου μόσχους.
Ἐν Κυριακῇ προστίθεται εἰς
τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη *
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη *
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.
Στίχ. Ἐλέησόν με, ὁ Θεός,
κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ
τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν *
τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν
Σου... Κύριε, ἐλέησον (ιβ´). Ἐλέει
καὶ οἰκτιρμοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Ἀναστάσιμος καὶ ὁ τοῦ ἁγίου.
ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ἦχος πλ. δ´. Ὁ Εἱρμός.
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ,
Μωσαϊκὴ ῥάβδος, σταυροτύπως
πλήξασα, καὶ διελοῦσα θάλασσαν·
Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν! ἐκ
μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ
ἀφθαρσίαν βλύζουσαν· ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν
ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὡς
εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου
καθαρότητος, τῇ μορφῇ
δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως,
κράζει· Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν
γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε·
διό σε πάντες γεραίρομεν, τὴν
μετὰ Θεὸν προστασίαν ἡμῶν.
Καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ ἀκροστιχίς· ᾌσμασι τὸν πρῶτον τῶν Μαρτύρων εὖ στεφανώσω. Θεοφάνους.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Στίχ. Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκτινοβόλοις ἀστραπαῖς
τοῦ Πνεύματος, καταλαμπόμενος, ὑπερφυῶν ἄθλων, καὶ στεῤῥᾶς ἀθλήσεως,
τοὺς σὲ ὑμνοῦντας φώτισον, παρεστὼς τῷ Δεσπότῃ, στεφανηφόρος πανόλβιε,
Στέφανε Μαρτύρων στεφάνωμα.
Στίχ. Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπὲρ ἡμῶν.
Σταδιοδρόμων ἀπαρχὴ
γενόμενος, καὶ ἀκροθίνιον, μαρτυρικοῦ στέφους, καθορᾶν ἠξίωσαι,
τὸν ἀθλοθέτην ἔνδοξε, δεξιᾷ ζωηφόρῳ, θεόπλοκόν σοι προτείνοντα,
στέφανον θεσπέσιε Στέφανε.
Δόξα.
Μόνος ὑπάρχων θησαυρὸς
χρηστότητος, Σῶτερ ἀνέδειξας, ἐκ τῶν τῆς γῆς κόλπων, θησαυρὸν πολύτιμον,
πλοῦτον μὴ δαπανώμενον, ἀναφαίρετον ὄλβον, περιουσίαν ἀνώλεθρον,
Στέφανον τὸν σὸν Πρωτομάρτυρα.
Ἀγγελομόρφῳ προφανῶς λαμπρότητι,
καταυγαζόμενος, ἀγγελικοῖς ὕμνοις, Πρωτομάρτυς Στέφανε, καὶ Διακόνων
Πρόκριτε, κεκρυμμένος ὡς ὤφθης, ἀξίως ὄντως τετίμησαι, ἔνδοξε Μαρτύρων
ἀγλάϊσμα.
Καὶ νῦν. Θεοτοκίον.
Σωματωθέντα δι᾿ ἡμᾶς
Πανάμωμε, τὸν πρὶν ἀσώματον, θεαρχικὸν Λόγον, τοῦ Πατρὸς γεγέννηκας.
Ὦ παρθενίας σκήνωμα, καὶ δοχεῖον ἁγνείας, καὶ τέμενος καθαρότητος,
Δέσποινα τοῦ κόσμου Θεόνυμφε!
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος πλ. δ´. Ὁ Εἱρμός.
Ὁ
στερεώσας κατ᾿ ἀρχάς, τοὺς οὐρανοὺς ἐν
συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας,
ἐν τῇ πέτρᾳ με Χριστέ, τῆς
Ἐκκλησίας στήριξον, ὅτι οὐκ ἔστι πλήν
σου, ἅγιος μόνε Φιλάνθρωπε.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει
τῆς ἁμαρτίας, τῆς
σαρκός σου τὸ σωτήριον πάθος,
ἐδικαίωσε Χριστέ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος,
τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ
θανάτου καὶ σκιᾷ καθημένοις,
ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὑτοῦ θεότητι,
τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν Χερουβὶμ καὶ
Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα,
Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ Ἀμόλυντε·
διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ
μακαρίζομεν.
Τοῦ ἁγίου. ᾨδὴ γ´.
Ἦχος πλ. δ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Στίχ. Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱερολόγος ἱερός,
καὶ θεολόγος ἐδείχθης, συμπλεκόμενος Ἑβραίων τοῖς δήμοις, διελέγχων
ἀσφαλῶς, τὴν τούτων ἀθεότητα, καὶ θεομάχον γνώμην, Στέφανε Μάρτυς
πανάριστε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν Πρωτομάρτυρα Χριστοῦ,
καὶ Διακόνων τὸν πρῶτον, τὸν τοῖς Μάρτυσι τοῦ δρόμου τὴν νύσσαν, ὑποδείξαντα
λαμπρῶς, Ἀγγέλων τὸν συνόμιλον, δεῦτε συμφώνως πάντες, ὕμνοις ἐνθέοις
τιμήσωμεν.
Δόξα.
Ὁ κεκρυμμένος θησαυρός,
ὑπὸ τὴν γῆν φανεροῦται, καὶ τὸν κόσμον εὐωδίας ἐνθέου, καὶ πλουσίων
δωρεῶν, τὴν οἰκουμένην ἔπλησεν, ὁ τῶν Μαρτύρων πρῶτος, καὶ Διακόνων
ὁ πρόκριτος.
Νενεκρωμένον μου τὸν νοῦν, τῇ
τῆς ζωῆς ἐνεργείᾳ, διὰ σοῦ τῆς κηρυχθείσης ἐμφρόνως, ἐξανάστησον
ὑμνεῖν, τὴν σὴν σεπτὴν πανήγυριν, καὶ σοῦ κατ᾿ ἴχνος βαίνειν, Στέφανε
μάκαρ ἀξίωσον.
Καὶ νῦν. Θεοτοκίον.
Πύλη ἐδείχθης νοητή,
ἀνατολῆς τῆς ἐξ ὕψους, τῆς ἐν γῇ φανερωθείσης Παρθένε· διὰ σοῦ γὰρ
πρὸς ἡμᾶς, ὁ Λόγος εἰσελήλυθεν, ἐπὶ τὸ σῶσαι πάντας, τῆς ἀλογίας πανάχραντε.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι
σὺ εἶ ὁ Θεὸς ἡμῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Μεσῴδιον Κάθισμα τοῦ Μηναίου.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τῇ τοῦ Πνεύματος αἴγλῃ
καταλαμπόμενος, καὶ τῇ ὄντως σοφίᾳ συνανυψούμενος, τῶν Ἰουδαίων
τὴν ἀχλὺν ἀπημαύρωσας, καὶ ἐν σταδίῳ τὸν ἐχθρόν, ἀθλητικῶς καταβαλών,
Μαρτύρων στέφανος ὤφθης. Ἀλλὰ πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ θερμὴ προστασία καὶ
ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη
καὶ λιμὴν τῶν προστρεχόντων σοι, ἀειπάρθενε Ἁγνή, τὸν Υἱόν σου καὶ Θεόν,
ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ σωτηρίαν καὶ μέγα
ἔλεος.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ
γὰρ εἶ ὁ Βασιλεύς...
* * *
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον.
Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας· καὶ ἡ Εὔα χορεύει, ἐν
τῇ σῇ ἀναστάσει,
καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου
Πολυέλεε.
Ὁ Οἶκος.
Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, γυναιξὶ Μυροφόροις συνήντησας,
ἀντὶ λύπης χαρὰν κομισάμενος·
καὶ Ἀποστόλοις σου ἐμήνυσας,
τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας
Φιλάνθρωπε· διὰ τοῦτο καὶ
κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.
Συναξάριον.
Τῇ Β´ τοῦ αὐτοῦ μηνός,,
μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ ἁγίου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου
Στεφάνου.
Στίχ. Ἔχεις, Σιών,
πάμπολλα θεῖα καὶ ξένα·
Νεκρὸν Στεφάνου δὸς πόλει Κωνσταντίνου.
Νεκρὸν Στεφάνου δὸς πόλει Κωνσταντίνου.
Δευτερίῃ νέκυος Στεφάνου γένετ᾿ Ἀνακομιδή.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη
τῆς Εὑρέσεως τῶν Λειψάνων τῶν ἁγίων Μαρτύρων Μαξίμου, Δάδα καὶ Κυντιλιανοῦ.
Στίχ. Τρεῖς ἐκφέρουσα
γῆ νεκροὺς ζωηφόρους,
Πόλῳ λέγειν ἔοικε· Σὺ κρύψας ἔχε.
Πόλῳ λέγειν ἔοικε· Σὺ κρύψας ἔχε.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη
τῶν Ἐγκαινίων τοῦ θείου Ναοῦ τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ
Ἰωάννου τοῦ Θεολόγου, πλησίον τῆς Ἁγιωτάτης μεγάλης Ἐκκλησίας.
Στίχ. Σὸν Ναὸν σῇ
χάριτι καθιεροῦμεν,
Ἰωάννη πάνσοφε ἠγαπημένε.
Ἰωάννη πάνσοφε ἠγαπημένε.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη
τοῦ ἁγίου Μάρτυρος Φωκᾶ καὶ τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου βασιλέως
Ἰουστινιανοῦ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις.
Στίχ. Φωκᾶς ὁ Μάρτυς
ἐκλιπὼν γῆς χωρίον,
Νῦν ἐγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ.
Νῦν ἐγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ.
Οὐκ ἐκποδών σοι σκῆπτρον ὤφθη, ὦ ἄναξ,
Σὺ γὰρ κατοικεῖς Βασιλείαν τὴν ἄνω.
Σὺ γὰρ κατοικεῖς Βασιλείαν τὴν ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν
Φωτεινῆς, ἢ Φωτοῦς, τῆς ἐκ Ῥιζοκαρπάσου Κύπρου.
Στίχ. Ἡ Φωτεινὴ φαίνουσα ἐν γῇ αὐγάζει,
Οὐρανοῖς ἐνδημοῦσα καθισταμένη.
Οὐρανοῖς ἐνδημοῦσα καθισταμένη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος
Θεοδώρου, τοῦ ἐν Δαρδανελλίοις.
Στίχ. Θεῷ δωρεῖσαι νεότητα καὶ κάλλος,
Ἀθλήσας, Θεόδωρε, ἐλέγχῳ πλάνης.
Ἀθλήσας, Θεόδωρε, ἐλέγχῳ πλάνης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ περιδόξου
Πατρὸς ἡμῶν Βασιλείου τοῦ διὰ Χριστὸν Σαλοῦ τοῦ ἐν Μόσχᾳ. (†1557)
Στίχ. Ὁ Βασίλειος σαλότητι βιώσας,
Βασιλικὴν προφύραν ἐπενεδύθη.
Βασιλικὴν προφύραν ἐπενεδύθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Βασιλείου τῆς λίμνης Κουρμπένσκ. (†1472)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Μάρκου τοῦ Μπελαβίνσκ, ἐν Βολογκτᾷ. (†1492)
*
Τῇ
αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Αὐγούστου, Σύναξιν ἐπιτελοῦμεν πάντων
τῶν προστατῶν, ἐφόρων καὶ φρυκτωρῶν Ἁγίων τῆς θεοφρουρήτου Ἀκριτικῆς
καὶ Ἀποστολικῆς Ἐκκλησίας τῆς Νήσου Σάμου.
Στίχ. Τοὺς ὀκτὼ
εὐκλεεῖς προστάτας Σάμου
Καὶ ᾧδ᾿ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις.
Καὶ ᾧδ᾿ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις,
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Μεταμορφώσεως
Ψάλλονται ἀπὸ τῆς 27ης Ἰουλίου μέχρι
τῆς 5ης Αὐγούστου πλὴν τῆς 1ης Αὐγούστου.
ᾨδὴ α´. Ἦχος δ´.
Χοροὶ Ἰσραὴλ ἀνίκμοις ποσὶ * πόντον Ἐρυθρὸν *
καὶ ὑγρὸν βυθὸν διελάσαντες, * ἀναβάτας
τριστάτας * δυσμενεῖς ὁρῶντες * ἐν αὐτῷ ὑποβρυχίους, * ἐν ἀγαλλιάσει ἔμελπον· * ᾌσωμεν τῷ Θεῷ ἡμῶν, *
ὅτι δεδόξασται.
ᾨδὴ γ´.
Τόξον δυνατῶν ἠσθένησε * καὶ οἱ ἀσθενοῦντες *
περιεζώσαντο δύναμιν· * διὰ τοῦτο ἐστερεώθη
* ἐν Κυρίῳ ἡ καρδία μου.
ᾨδὴ δ´.
Εἰσακήκοα τὴν ἔνδοξον * οἰκονομίαν σου, Χριστὲ ὁ Θεός· * ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, * ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· * Δόξα τῇ δυνάμει σου, Κύριε.
ᾨδὴ ε´.
Ὁ τοῦ φωτὸς διατμήξας * τὸ πρωτόγονον χάος, *
ὡς ἐν φωτὶ τὰ ἔργα * ὑμνεῖ σε, Χριστέ, * τὸν δημιουργόν, *
ἐν τῷ φωτί σου * τὰς ὁδοὺς ἡμῶν εὔθυνον.
ᾨδὴ στ´.
Ἐν τῷ θλίβεσθαί με *
ἐβόησα πρὸς Κύριον, * καὶ ἐπήκουσέ
μου * ὁ Θεὸς τῆς σωτηρίας μου.
ᾨδὴ ζ´.
Ἀβραμιαῖοί ποτε *
ἐν Βαβυλῶνι παῖδες * καμίνου φλόγα κατεπάτησαν
* ἐν ὕμνοις κραυγάζοντες· * Ὁ τῶν πατέρων *
Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η´.
Αἰνοῦμεν, εὐλογοῦμεν,
προσκυνοῦμεν
τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Οἱ ἐν Βαβυλῶνι παῖδες * τῷ θείῳ πυρπολούμενοι ζήλῳ, * τυράννου καὶ φλογὸς ἀπειλὴν * ἀνδρείως κατεπάτησαν· * καὶ μέσον πυρὸς *
ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· *
Εὐλογεῖτε, πάντα τὰ ἔργα * Κυρίου,
τὸν Κύριον.
* * *
Ὁ διάκονος·
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε
τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως
τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως
Θεοτόκον, * σὲ μεγαλύνομεν.
Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς
δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός,
καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν
τοῖς φοβουμένοις αὐτόν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν
ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε
ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε
κενούς.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι
ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι
αὐτοῦ ἕως αἰῶνος.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ...
Καταβασία. ᾨδὴ θ´.
Ὁ τόκος σου ἄφθορος ἐδείχθη· * Θεὸς ἐκ λαγόνων σου προῆλθε * σαρκοφόρος, ὃς ὤφθη *
ἐπὶ γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη· *
σέ, Θεοτόκε, * διὸ πάντες μεγαλύνομεν.
Συναπτὴ μικρά,
μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι
σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε
Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ
ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν.
Ἀναστάσιμον Ἐξαποστειλάριον Θ´.
Συγκεκλεισμένων Δέσποτα,
τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας·
καὶ ὀκτὼ μεθ᾿ ἡμέρας, τὴν σὴν πλευράν,
τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας, μεθ᾿
οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.
Τοῦ ἁγίου. Τῶν Μαθητῶν συνέλθωμεν.
Ὁ πρῶτος τῶν Μαρτύρων
τρίβον ἀνύσας, καὶ Διακόνων πρόκριτος χρηματίσας, Στέφανος ὁ χάριτος
πεπλησμένος, ἰδοὺ ἀνακομίζεται, πρὸς τὴν Βασίλειον πόλιν, θαυμάτων
βρύων τὴν χάριν.
Θεοτοκίον.
Ὅν περ αἱ ἄνω τάξεις
πολλῷ σὺν τρόμῳ, παρίστανται μὴ φέρουσαι κατοπτεῦσαι, αἴγλην τῆς ἀῤῥήτου
αὐτοῦ οὐσίας, Χριστὸν γαστρὶ ἐχώρησας, λαβόντα σάρκα Παρθένε, ἐκ
σῶν τιμίων αἱμάτων.
* * *
ΑΙΝΟΙ
Ἦχος πλ. δ´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν
Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες
οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει
ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´.
Στίχ. α´. Τοῦ
ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ᾿ οὐκ ἀπελείφθης τοῦ
θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος·
καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν
κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ
ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς
δυνάμεως αὐτοῦ.
Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ᾿ ὡς βασιλέα
ὑπνοῦντα στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγίδι ἐσφραγίσαντο· ἀλλὰ
ἀνέστης καὶ παρέσχες,
ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις
αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ
πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων
καθορᾶν αὐτοῦ τὴν δύναμιν,
ὅτι νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος·
αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Ὁ
Ἄγγελός σου Κύριε, ὁ τὴν ἀνάστασιν κηρύξας,
τοὺς μὲν φύλακας ἐφόβησε,
τὰ δὲ γύναια ἐφώνησε λέγων·
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεὸς ὤν,
καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.
Καὶ τοῦ ἁγίου, Στιχηρὰ Προσόμοια γ´ εἰς δ´.
Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ
χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς
καὶ ὀργάνῳ.
Ἄγγελος ἐπίγειος, ὁ
Πρωτομάρτυς γενόμενος, πρὸς οὐρανοὺς ἀνερχόμενος, ἐπήρθη μετάρσιος,
καὶ τὴν θείαν εἶδεν, ὡς ἐχώρει δόξαν, τῆς ἀπροσίτου μυηθείς, καὶ ὑπὲρ
νοῦν Τριάδος μυστήρια· διὸ τὴν ἀκατάληπτον, ἀνακηρύττει σου δύναμιν,
Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω
τὸν Κύριον.
Ἄγγελος ἐπίγειος,
...
Στίχ. ζ´. Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὡραῖος ἐπέφανας, τῇ
ἐπανόδῳ σου Στέφανε, Πρωτομάρτυς πανένδοξε, ἀκτῖσι κοσμούμενος,
χαρισμάτων θείων, καὶ τῶν ἰαμάτων· διὸ καὶ πάντας τοὺς πιστούς, καταφαιδρύνεις
τοῖς θαυμασίοις σου, ἐν πίστει τὸν φιλάνθρωπον, ὑμνολογοῦντας καὶ λέγοντας·
Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. η´. Πεφυτευμένος
ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Κάλαμος ὑπέρτιμος, ὀξυγραφῶν
τὴν εὐσέβειαν, ἀνεδείχθη ἡ γλῶσσά σου, δι᾿ ἧς κατεφώτισας, Πρωτομάρτυς
πάντας, ταῖς διδασκαλίαις, καὶ ἐπανήγαγες ἡμᾶς, ἐξ ἀγνωσίας πρὸς
τὴν εὐσέβειαν· διό σου τὴν ἐτήσιον, ἐπιτελοῦντες πανήγυριν, ἀνυμνοῦμεν
γεραίροντες, τοὺς ἀγῶνάς σου Στέφανε.
Δόξα. Ἑωθινὸν Θ´. Ἦχος πλ. α´.
Ὡς
ἐπ᾿ ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου
ἀνάστασιν· ἀλλ᾿ ἔπλησας χαρᾶς
τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες,
τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι
κλύδωνι. Διὸ παράσχου καὶ
ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων,
εὔσπλαγχνε Κύριε.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις,
* Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, *
ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται,
* καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
* * *
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι
τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, *
ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, *
προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι *
διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, *
Πάτερ παντοκράτορ· * Κύριε Υἱὲ μονογενές,
* Ἰησοῦ Χριστέ, *
καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, *
ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν
τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν
ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός,
* καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος,
* σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, *
εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν
εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου
εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ *
ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε,
* ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε·
* δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. *
Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, *
ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον·
* δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς·
* ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός
σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, *
ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ
ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός,
* ἅγιος
ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος πλ. δ´.
Ἀναστὰς ἐκ τοῦ μνήματος
* καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε,
* πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος·
* ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις
σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα
* καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυέλεε.
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα
δόξα…
Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ´
καὶ δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τοῦ ἁγίου.
Εἰ δὲ μή, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102).
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν
Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν
Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας
τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Στίχ. γ´. Κύριος
ἐν τῷ οὐρανῷ ἡτοίμασε
τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Στίχ. δ´. Εὐλογεῖτε
τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι
σὸν τὸ κράτος...
Ἀντίφωνον Β´.
Ἦχος β´. Ψαλμὸς ρμε´ (145).
Στίχ. α´. Αἴνει, ἡ
ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου·
ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ
ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Μακάριος, οὗ
ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. γ´. Τὸν ποιήσαντα
τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς
γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ
Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος *
διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι
ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου
Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι
ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ´.
Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117).
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ
Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου.
Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον,
ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα
καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος
β´.
(Ἐὰν εἰσοδεύουν
πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Δεῦτε προσκυνήσωμεν
καὶ προσπέσωμεν Χριστῷ. Σῶσον
ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς
σοι, Ἀλληλούϊα.
* * *
Τὸ ἀναστάσιμον ἀπολυτίκιον.
(ψάλλεται ὑπὸ τῶν ἱερέων,
ἐὰν τελεῖται συλλείτουργον)
Τὸ ἀπολυτίκιον τοῦ πρωτομάρτυρος.
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον τῆς Μεταμορφώσεως.
(Ψάλλεται ἀπὸ κζ´ Ἰουλίου
ἕως ιγ ´ Αὐγούστου
πλὴν τῆς α´ καὶ ε´ Αὐγούστου).
Ἦχος βαρύς. Αὐτόμελον.
Ἐπὶ τοῦ ὄρους * μετεμορφώθης, *
καί, ὡς ἐχώρουν, * οἱ μαθηταί σου * τὴν δόξαν σου, Χριστὲ ὁ Θεός,* ἐθεάσαντο· *
ἵνα, ὅταν σε ἴδωσι σταυρούμενον, * τὸ
μὲν πάθος νοήσωσιν ἑκούσιον, * τῷ δὲ
κόσμῳ κηρύξωσιν, * ὅτι σὺ ὑπάρχεις ἀληθῶς
* τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
* * *
ΑΠΟΣΤΟΛΟΣ
Κυριακῆς Θ´ ἑβδομάδος ἐπιστολῶν.
Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου.
Προκείμενον. Ἦχος πλ. δ´. (Ψαλμὸς οε´).
Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ
ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(γ´ 9-17)
Ἀδελφοί, Θεοῦ ἐσμεν συνεργοί·
Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν
μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος
δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι
παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ
τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον,
καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει·
ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ
δοκιμάσει. Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται·
εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται,
οὕτως δὲ ὡς διὰ πυρός. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα
τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον
ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
Ἀλληλούϊα (γ´). Ἦχος πλ. δ´. (Ψαλμὸς δ´).
Στίχ. Δεῦτε ἀγαλλιασώμεθα
τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν.
Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ
ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς Θ´ Ματθαίου
Ἐκ τοῦ κατὰ Ματθαῖον (ιδ´ 22-34).
Τῷ καιρῷ ἐκείνῳ ἠνάγκασεν
ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν
εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη
εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.
Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων·
ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς
ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ
ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά
ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς
λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος
εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα· Ὁ δὲ εἶπεν·
Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα
ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος
καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς
ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε!
εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος.
Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς Θεοῦ
υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου.
* * *
Καὶ καθεξῆς ἡ
Θεία Λειτουργία
τοῦ Ἱεροῦ Χρυσοστόμου.
* * *
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ἄξιόν ἐστιν ὡς ἀληθῶς
* μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν *
ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως
* Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, *
σὲ μεγαλύνομεν.
* * *
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.
Ἀλληλούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν,
* ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἦχος β´.
Πληρωθήτω τὸ στόμα ἡμῶν
* αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς *
τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· *
τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην
τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην
σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη
τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ
τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις· Ὁ ἀναστὰς
ἐκ νεκρῶν...
Δι᾿ εὐχῶν... Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου